Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.58 Dem. 9.62 (English) >>Dem. 9.65

9.61ὁρῶν δὲ ταῦθʼ δῆμος τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθʼ οἱ μὲν ἐπʼ ἐξουσίας ὁπόσης ἐβούλοντʼ ἔπραττον ὅπως πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷʼ ἔπαθεν μεμνημένοι. οὕτω δʼ ἀθλίως διέκειντο, ὥστʼ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι· τηνικαῦτα δʼ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν. 9.62τῆς πόλεως δʼ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποκτείναντες, δʼ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.

9.63τί οὖν ποτʼ αἴτιον, θαυμάζετʼ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν τοὺς ὑπὲρ αὑτῶν; ὅπερ καὶ παρʼ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· τὰ γὰρ πράγματʼ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δʼ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.58 Dem. 9.62 (English) >>Dem. 9.65

Powered by PhiloLogic